18.229ὁ δὲ σύνεσίν τε τοῦ λόγου ποιησάμενος καὶ χάρματι τῷ ἐπʼ αὐτῷ περιενεχθείς “ἀλλά σοι τῶν ἁπάντων καὶ τῆς ἐπὶ τῷδε εὐαγγελίας χάριτες ἐν ἐμοὶ παντοῖαι γίνοιντο, μόνον ἀληθῆ τὰ λεγόμενα εἴη.” καὶ ὁ ἑκατοντάρχης,
18.230ὅσπερ τῇ φυλακῇ ἐφειστήκει τοῦ Ἀγρίππου, θεώμενος τήν τε σπουδὴν μεθʼ οἵας ὁ Μαρσύας ἀφίκετο καὶ τὸ ἐκ τῶν λόγων χάρμα τῷ Ἀγρίππᾳ συνελθόν, ὑποτοπήσας καίνωσίν τινα γεγονέναι τῶν λόγων ἤρετό σφας περὶ τοῦ λόγου τοῦ ἐφεστηκότος.
18.231οἱ δὲ τέως μὲν παρέτρεπον, ἐγκειμένῳ δὲ ἀποσημαίνει ὁ Ἀγρίππας, ἤδη γὰρ φίλος ἦν, μηδὲν ἐνδοιάσας. ὁ δὲ ἐκοινοῦτό τε τὴν ἡδονὴν τοῦ λόγου διὰ τὸ εἰς ἀγαθὰ τῷ Ἀγρίππᾳ φέρειν προυτίθει τε αὐτῷ δεῖπνον. εὐωχουμένων δʼ αὐτῶν καὶ τοῦ πότου προϊόντος παρῆν τις λέγων ζῆν τε τὸν Τιβέριον καὶ ὀλίγων ἡμερῶν ἐπανήξειν εἰς τὴν πόλιν.
18.232καὶ ὁ ἑκατοντάρχης δεινῶς θορυβηθεὶς τῷ λόγῳ διὰ τὸ εἰς θάνατον ἀνακείμενα πεπραχέναι δεσμώτῃ τε καὶ ἐπʼ ἀγγελίᾳ θανάτου αὐτοκράτορος συνδιῃτῆσθαι μετὰ χάρματος, ἀπωθεῖταί τε τὸν Ἀγρίππαν τοῦ κλινιδίου καί “ἦπου, φησίν, λήσειν με ὑπονοεῖς θάνατον τοῦ αὐτοκράτορος κατεψευσμένος, ἀλλʼ
18.233οὐ κεφαλῇ τῇ σῇ τοῦτον ἀναμαξόμενος τὸν λόγον;” ταῦτα εἰπὼν κελεύει δῆσαι τὸν Ἀγρίππαν λελυκὼς πρότερον αὐτὸν φυλακήν τε ἀκριβεστέραν αὐτοῦ ἢ πρότερον καθίσταται. καὶ νύκτα μὲν ἐκείνην ὁ Ἀγρίππας ἐν τοιούτοις ἦν τοῖς κακοῖς.